Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;
Οἰδίπους
  1. πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Ἄγγελος
  1. τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ,
  2. ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
Οἰδίπους
  1. καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.
Ἄγγελος
  1. καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως
  2. σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
Οἰδίπους
  1. ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.
Ἄγγελος
  1. ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Οἰδίπους
  1. πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.
Ἄγγελος
  1. εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν.
Οἰδίπους
  1. ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Ἄγγελος
  1. ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
Οἰδίπους
  1. τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ.
Ἄγγελος
  1. ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
Οἰδίπους
  1. πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν;
Ἄγγελος
  1. ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Οἰδίπους
  1. πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Ἄγγελος
  1. οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον.
Οἰδίπους
  1. καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;