Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
- Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
- κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
- κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
- στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
- μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν
- ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ,
- τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
- ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
- τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν·
- ὥστʼ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
- κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
- λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω
- ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
- ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;
- τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.