Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. θεῶν χοροποίʼ ἄναξ, ὅπως μοι
  2. Νύσια Κνώσιʼ ὀρχήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς·
  3. νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
  4. Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
  5. ὁ Δάλιος εὔγνωστος
  6. ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
Χορός
  1. ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.
  2. ἰὼ ἰώ, νῦν αὖ,
  3. νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
  4. θοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴας
  5. λαθίπονος πάλιν, θεῶν δʼ αὖ
  6. πάνθυτα θέσμιʼ ἐξήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ.
  7. πάνθʼ ὁ μέγας χρόνος μαραίνει,
  8. κοὐδὲν ἀναύδατον φατίσαιμʼ ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων
  9. Αἴας μετανεγνώσθη
  10. θυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων.