Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Αἴας
  1. ἴδοιμι μήν νιν, καίπερ ὧδʼ ἀτώμενος.
  2. ἰώ μοί μοι.
Χορός
  1. μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;
Αἴας
  1. ὦ Ζεῦ, προγόνων προπάτωρ,
  2. πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
  3. τούς τε δισσάρχας ὀλέσσας βασιλῆς
  4. τέλος θάνοιμι καὐτός;
Τέκμησσα
  1. ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν
  2. εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
Αἴας
  1. ἰὼ
  2. σκότος, ἐμὸν φάος,
  3. ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
  4. ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα,
  5. ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων
  6. ἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων.