Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
  2. ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
Τέκμησσα
  1. μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.
Αἴας
  1. οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
  2. αἰαῖ αἰαῖ.
Χορός
  1. ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αἴας
  1. ὦ δύσμορος, ὃς χερὶ μὲν
  2. μεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι
  3. βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
  4. ἐρεμνὸν αἷμʼ ἔδευσα.
Χορός
  1. τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;
  2. οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχειν.
Αἴας
  1. ἰὼ πάνθʼ ὁρῶν ἁπάντων τʼ ἀεὶ
  2. κακῶν ὄργανον, τέκνον Λαρτίου,
  3. κακοπινέστατόν τʼ ἄλημα στρατοῦ,
  4. ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.