Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
- ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
- ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα·
- κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ.
- ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
- λείας ἁπάσας καὶ κατηναρισμένας
- ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
- τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
- καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
- πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
- φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ
- κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
- τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
- καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος
- τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
- ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
- τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
- ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
- ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
- καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα;