Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
- πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον·
- καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
- Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
- πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
- ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς
- εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον. εὖ δέ σʼ ἐκφέρει
- κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
- ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
- στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
- καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
- ἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάριν
- σπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς.
- ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
- ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,
- φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶ
- χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
- καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ
- βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ·
- κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι.