Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τοιγάρ σφʼ Ὀλύμπου τοῦδʼ ὁ πρεσβεύων πατὴρ
- μνήμων τʼ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
- κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
- τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
- σὲ δʼ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
- τάφου μὲν ὀκνῶ τοῦδʼ ἐπιψαύειν ἐᾶν,
- μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ·
- τὰ δʼ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
- θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
- ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ
- ἀνὴρ καθʼ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
- ἀλλʼ ἤθελον μέν· εἰ δὲ μή ʼστί σοι φίλον
- πράσσειν τάδʼ ἡμᾶς, εἶμʼ ἐπαινέσας τὸ σόν.
- ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
- χρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετον
- χερσὶ ταχύνατε, τοὶ δʼ ὑψίβατον