Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
Ἀγαμέμνων
  1. τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
Ὀδυσσεύς
  1. ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
Ἀγαμέμνων
  1. τοιούσδʼ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
Ὀδυσσεύς
  1. σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Ἀγαμέμνων
  1. ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
Ὀδυσσεύς
  1. ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
Ἀγαμέμνων
  1. ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
Ὀδυσσεύς
  1. ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι.
Ἀγαμέμνων
  1. ἦ πάνθʼ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
Ὀδυσσεύς
  1. τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν;
Ἀγαμέμνων
  1. σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
Ὀδυσσεύς
  1. ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσει.
Ἀγαμέμνων
  1. ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ ὡς ἐγὼ
  2. σοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν,
  3. οὗτος δὲ κἀκεῖ κἀνθάδʼ ὢν ἔμοιγʼ ὁμῶς