Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
  2. ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι·
  3. οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
  4. φθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι,
  5. βλάπτειν τὸν ἐσθλόν, οὐδʼ ἐὰν μισῶν κυρῇς.
Ἀγαμέμνων
  1. σὺ ταῦτʼ, Ὀδυσσεῦ, τοῦδʼ ὑπερμαχεῖς ἐμοί;
Ὀδυσσεύς
  1. ἔγωγʼ· ἐμίσουν δʼ, ἡνίκʼ ἦν μισεῖν καλόν.
Ἀγαμέμνων
  1. οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
Ὀδυσσεύς
  1. μὴ χαῖρʼ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
Ἀγαμέμνων
  1. τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
Ὀδυσσεύς
  1. ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Ἀγαμέμνων
  1. κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
Ὀδυσσεύς
  1. παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
Ἀγαμέμνων
  1. μέμνησʼ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Ὀδυσσεύς
  1. ὅδʼ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτʼ ἦν.
Ἀγαμέμνων
  1. τί ποτε ποήσεις; ἐχθρὸν ὧδʼ αἰδεῖ νέκυν;