Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά·
  2. οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι
  3. κελαιναὶ νᾶες ἐκφύγοιεν.
Χορός
  1. ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος,
  2. Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς
  3. ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
  4. οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει
  5. ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις
  6. ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.