Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. λεύσσετε, Θήβης οἱ κοιρανίδαι
  2. τὴν βασιλειδᾶν μούνην λοιπήν,
  3. οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
  4. τὴν εὐσεβίαν σεβίσασα.
Χορός
  1. ἔτλα καὶ Δανάας οὐράνιον φῶς
  2. ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·
  3. κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·
  4. καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ,
  5. καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.