Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν
  2. δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.
  3. καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.
  4. οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,
  5. οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
  6. βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.
  7. τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
  8. πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
  9. καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,
  10. μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
  11. οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
  12. τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ
  13. νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν
  14. καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
  15. καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
  16. ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
  17. μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,