Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ
- τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,
- ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν
- εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·
- ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
- μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.
- ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
- οἴκησις ἀείφρουρος, οἷ πορεύομαι
- πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
- πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·
- ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ
- κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
- ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω
- φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
- μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
- ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
- ἔλουσα κἀκόσμησα κἀπιτυμβίους