Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
Αἵμων
  1. εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
Κρέων
  1. ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
Αἵμων
  1. οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.
Κρέων
  1. ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
Αἵμων
  1. οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.