Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
Αἵμων
  1. ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;
Κρέων
  1. ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
Αἵμων
  1. πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.
Κρέων
  1. οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
Αἵμων
  1. καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.