Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;
- τὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων,
- οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ
- δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.
- τό τʼ ἔπειτα καὶ τὸ μέλλον
- καὶ τὸ πρὶν ἐπαρκέσει
- νόμος ὅδʼ, οὐδὲν ἕρπει
- θνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας.
- ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,