Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ
  2. δυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί.
Χορός
  1. ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι
  2. πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ,
  3. οὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπει
  4. θεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρ
  5. ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις,
  6. κατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρων
  7. ἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς.