Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
  2. αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
  3. μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
  4. ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
  5. καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως
  6. λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.
  7. φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
  8. τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·
  9. μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
  10. ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
Ἀντιγόνη
  1. θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;
Κρέων
  1. ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.
Ἀντιγόνη
  1. τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
  2. ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·
  3. οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
  4. καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον