Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
  2. τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.
Κρέων
  1. ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα
  2. πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
  3. σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
  4. θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·
  5. σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους
  6. ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
  7. φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.
  8. αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,
  9. νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
  10. ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
  11. τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
  12. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,
  13. εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.
  14. ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα