Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
Ἀντιγόνη
  1. ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
Κρέων
  1. καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;
Ἀντιγόνη
  1. οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
  2. οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη
  3. τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
  4. οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
  5. κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν
  6. νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.
  7. οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
  8. ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.
  9. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
  10. φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην
  11. δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;
  12. κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου
  13. πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.
  14. ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς