Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου
  2. χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
  3. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
  4. θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
  5. καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
  6. πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,
  7. ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
  8. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
  9. ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
  10. ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν
  11. ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
Κρέων
  1. σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
  2. φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;
Ἀντιγόνη
  1. καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Κρέων
  1. σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις
  2. ἔξω βαρείας αἰτίας ἐλεύθερον·
  3. σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,