Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.
- οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
- γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς
- ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
- καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
- ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου
- χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
- χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
- θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,