Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
- καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς
- τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
- πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
- ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας
- αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.
- καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
- ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
- ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς