Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. γένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει.
Χορός
  1. ἐς δαιμόνιον τέρας ἀμφινοῶ
  2. τόδε· πῶς εἰδὼς ἀντιλογήσω
  3. τήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην.
  4. ὦ δύστηνος
  5. καὶ δυστήνου πατρὸς Οἰδιπόδα,
  6. τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν
  7. τοῖς βασιλείοισιν ἄγουσι νόμοις
  8. καὶ ἐν ἀφροσύνῃ καθελόντες;
Φύλαξ
  1. ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·
  2. τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
Χορός
  1. ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
Κρέων
  1. τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
Φύλαξ
  1. ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.
  2. ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ
  3. σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ