Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- περιφραδὴς ἀνήρ·
- κρατεῖ δὲ μηχαναῖς ἀγραύλου
- θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ
- ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν
- οὔρειόν τʼ ἀκμῆτα ταῦρον.
- καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους
- ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων
- πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη
- παντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεται
- τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται·
- νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται.
- σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχων
- τοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει,
- νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν,
- ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν
- ξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιος