Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
Φύλαξ
  1. οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ.
Κρέων
  1. καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
Φύλαξ
  1. φεῦ·
  2. ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
Κρέων
  1. κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
  2. φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι
  3. τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
Φύλαξ
  1. ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι