Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι
  2. οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
  3. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
  4. ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
Φύλαξ
  1. εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;
Κρέων
  1. οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
Φύλαξ
  1. ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει;
Κρέων
  1. τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
Φύλαξ
  1. ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.