Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
Κρέων
  1. ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.
Χορός
  1. τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;
Κρέων
  1. τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
Χορός
  1. οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.
Κρέων
  1. καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδων
  2. ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
Φύλαξ
  1. ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
  2. δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
  3. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
  4. ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
  5. ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·
  6. τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
  7. τλήμων, μενεῖς αὖ; κεἰ τάδʼ εἴσεται Κρέων
  8. ἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει;
  9. τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.