Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
- πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος
- κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
- τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ
- μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
- ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
- καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν.
- τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ
- τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων·
- ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
- καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
- σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον,
- τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·
- νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
- καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
- ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων.