Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι
- παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
- ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
- καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
- πληγέντες αὐτόχειρι σὺν μιάσματι,
- ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
- γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων.
- ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
- ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
- ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
- ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
- μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
- ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
- κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
- καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
- φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
- ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,
- οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
- στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
- οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς