Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα
  2. τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,
  3. ἐκ μὲν δὴ πολέμων
  4. τῶν νῦν θέσθαι λησμοσύναν,
  5. θεῶν δὲ ναοὺς χοροῖς
  6. παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων
  7. Βάκχιος ἄρχοι.
Χορός
  1. ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,
  2. Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς
  3. νεαραῖσι θεῶν ἐπὶ συντυχίαις
  4. χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,
  5. ὅτι σύγκλητον τήνδε γερόντων
  6. προὔθετο λέσχην,
  7. κοινῷ κηρύγματι πέμψας;
Κρέων
  1. ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
  2. πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
  3. ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
  4. ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου
  5. σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
  6. τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν,