Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. βακχεύων ἐπέπνει
  2. ῥιπαῖς ἐχθίστων ἀνέμων.
  3. εἶχε δʼ ἄλλᾳ τὰ μέν,
  4. ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης
  5. δεξιόσειρος.
Χορός
  1. ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις
  2. ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον
  3. Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη,
  4. πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς
  5. μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν
  6. δικρατεῖς λόγχας στήσαντʼ ἔχετον
  7. κοινοῦ θανάτου μέρος ἄμφω.
Χορός
  1. ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα
  2. τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,
  3. ἐκ μὲν δὴ πολέμων
  4. τῶν νῦν θέσθαι λησμοσύναν,