Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ξύν θʼ ἱπποκόμοις κορύθεσσιν.
- στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ
- λόγχαις ἑπτάπυλον στόμα
- ἔβα, πρίν ποθʼ ἁμετέρων
- αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων
- πευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη
- πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.
- Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους
- ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν
- πολλῷ ῥεύματι προσνισσομένους
- χρυσοῦ καναχῆς ὑπεροπλίαις,
- παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων
- ἐπʼ ἄκρων ἤδη
- νίκην ὁρμῶντʼ ἀλαλάξαι.
- ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς
- πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ