Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.
Χορός
  1. κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.
  2. βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
Κρέων
  1. ἴτω ἴτω,
  2. φανήτω μόρων ὁ κάλλιστʼ ἔχων
  3. ἐμοὶ τερμίαν ἄγων ἁμέραν
  4. ὕπατος· ἴτω ἴτω,
  5. ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.
Χορός
  1. μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ
  2. πράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν.
Κρέων
  1. ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
Χορός
  1. μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
  2. οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
Κρέων
  1. ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών,
  2. ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον
  3. σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω