Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ
  2. λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι
  3. πότμος δυσκόμιστος εἰσήλατο.
Χορός
  1. πολλῷ τὸ φρονεῖν εὐδαιμονίας
  2. πρῶτον ὑπάρχει. χρὴ δὲ τά γʼ εἰς θεοὺς
  3. μηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοι
  4. μεγάλας πληγὰς τῶν ὑπεραύχων
  5. ἀποτίσαντες
  6. γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.