Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δείλαιος ἐγώ, αἰαῖ,
- δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
- ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων
- πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων.
- ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ;
- παίσασ' ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως
- παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος.
- ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν
- ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας.
- ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος,
- ἐγώ, φάμʼ ἔτυμον. ἰὼ πρόσπολοι,
- ἄγετέ μʼ ὅ τι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών,
- τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.
- κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.
- βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
- ἴτω ἴτω,
- φανήτω μόρων ὁ κάλλιστʼ ἔχων
- ἐμοὶ τερμίαν ἄγων ἁμέραν
- ὕπατος· ἴτω ἴτω,
- ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.