Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ
- πράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν.
- ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
- μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
- οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
- ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών,
- ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον
- σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω
- ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ
- λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι
- πότμος δυσκόμιστος εἰσήλατο.
- πολλῷ τὸ φρονεῖν εὐδαιμονίας
- πρῶτον ὑπάρχει. χρὴ δὲ τά γʼ εἰς θεοὺς
- μηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοι
- μεγάλας πληγὰς τῶν ὑπεραύχων
- ἀποτίσαντες
- γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.