Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἔθανες, ἀπελύθης
- ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.
- οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
- οἴμοι,
- ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ
- θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων
- ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,
- οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
- φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
- ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,
- τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις
- ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.
- τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
- γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
- δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
- ἰώ.
- ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
- τί μʼ ἄρα τί μʼ ὀλέκεις;
- ὦ κακάγγελτά μοι
- προπέμψας ἄχη, τίνα θροεῖς λόγον;