Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
  2. γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.
Χορός
  1. οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ
  2. δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος
  1. ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
  2. κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
  3. δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.
  4. καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
Χορός
  1. καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει
  2. μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,
  3. εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
  4. ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.
Κρέων
  1. ἰὼ
  2. φρενῶν δυσφρόνων ἁμαρτήματα
  3. στερεὰ θανατόεντʼ,
  4. ὦ κτανόντας τε καὶ
  5. θανόντας βλέποντες ἐμφυλίους.
  6. ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
  7. ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
  8. αἰαῖ αἰαῖ,