Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.
  2. τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον
  3. ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.
  4. ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
  5. πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς
  6. κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
  7. καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
  8. Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν
  9. λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν