Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
- ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
- καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης
- χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ
- βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι
- δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.
- ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·
- κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.
- ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ