Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ
- ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.
- πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα
- καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ
- τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς
- οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
- τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;
- τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
- καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε.