Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.
  2. τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
  3. τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·
  4. καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
  5. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
  6. σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
  7. λαβών τε χώρας παντελῆ μοναρχίαν
  8. ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
  9. καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς