Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἰὼ πῦρ πνειόντων χοράγʼ ἄστρων, νυχίων
- φθεγμάτων ἐπίσκοπε,
- παῖ Διὸς γένεθλον, προφάνηθʼ,
- ὦναξ, σαῖς ἅμα περιπόλοις
- Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι
- τὸν ταμίαν Ἴακχον.
- Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
- οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον
- οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.
- τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
- τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·
- καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
- Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
- σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
- λαβών τε χώρας παντελῆ μοναρχίαν
- ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
- καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
- ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ
- ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.
- πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα