Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- παγκοίνοις, Ἐλευσινίας
- Δῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν
- ὁ ματρόπολιν Θήβαν
- ναιετῶν παρʼ ὑγρῶν
- Ἰσμηνοῦ ῥείθρων ἀγρίου τʼ ἐπὶ σπορᾷ δράκοντος.
- σὲ δʼ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε
- λιγνύς, ἔνθα Κωρύκιαι
- στείχουσι νύμφαι Βακχίδες,
- Κασταλίας τε νᾶμα.
- καί σε Νυσαίων ὀρέων
- κισσήρεις ὄχθαι χλωρά τʼ ἀκτὰ
- πολυστάφυλος πέμπει,
- ἀμβρότων ἐπέων
- εὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς·
- τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεων
- ματρὶ σὺν κεραυνίᾳ·
- καὶ νῦν, ὡς βιαίας ἔχεται
- πάνδαμος πόλις ἐπὶ νόσου,
- μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν
- ἢ στονόεντα πορθμόν.