Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
  2. ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
  3. τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
  4. ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ
  5. ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν
  6. πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.
  7. αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.
  8. ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα
  9. κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;