Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.
- ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
- καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
- βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
- πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
- τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
- κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
- θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,
- οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς