Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.
- ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,
- οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθα
- ἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος
- κείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα;
- ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ
- βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
- νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς
- ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
- νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ
- πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.
- χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ
- πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
- ὃν αἰόλα νὺξ ἐναριζομένα
- τίκτει κατευνάζει τε, φλογιζόμενον
- Ἅλιον Ἅλιον αἰτῶ
- τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς
- ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,
- ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς,
- εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.