Trachiniae
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα
- μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ
- δούλη μέν, εἴρηκεν δʼ ἐλεύθερον λόγον.
- ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.
- σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου
- τὸ μὴ πυθέσθαι ποῦ ʼστιν, αἰσχύνην φέρειν.
- ἀλλʼ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
- καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
- τὸν μὲν παρελθόντʼ ἄροτον ἐν μήκει χρόνου
- Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.
- πᾶν τοίνυν, εἰ καὶ τοῦτʼ ἔτλη, κλύοι τις ἄν.
- ἀλλʼ ἐξαφεῖται τοῦδέ γʼ, ὡς ἐγὼ κλύω.
- ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;
- Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,
- ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.
- ἆρʼ οἶσθα δῆτʼ, ὦ τέκνον, ὡς ἔλειπέ μοι
- μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;
- τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.
- ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν
- ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστερον